Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.10.2 | Hdt. 9.11.3 (English) | >>Hdt. 9.13.2 |
9.11.1
οἱ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Σπάρτης · οἱ δὲ ἄγγελοι , ὡς ἡμέρη ἐγεγόνεε , οὐδὲν εἰδότες περὶ τῆς ἐξόδου ἐπῆλθον ἐπὶ τοὺς ἐφόρους , ἐν νόῳ δὴ ἔχοντες ἀπαλλάσσεσθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαστος · ἐπελθόντες δὲ ἔλεγον τάδε · “ὑμεῖς μέν , ὦ Λακεδαιμόνιοι , αὐτοῦ τῇδε μένοντες Ὑακίνθιά τε ἄγετε καὶ παίζετε , καταπροδόντες τοὺς συμμάχους · Ἀθηναῖοι δὲ ὡς ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεΐ τε συμμάχων καταλύσονται τῷ Πέρσῃ οὕτω ὅκως ἄν δύνωνται ·
9.11.2 καταλυσάμενοι δέ , δῆλα γὰρ ὅτι σύμμαχοι βασιλέος γινόμεθα , συστρατευσόμεθα ἐπʼ ἣν ἂν ἐκεῖνοι ἐξηγέωνται . ὑμεῖς δὲ τὸ ἐνθεῦτεν μαθήσεσθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ .” ταῦτα λεγόντων τῶν ἀγγέλων , οἱ ἔφοροι εἶπαν ἐπʼ ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεσθείῳ στείχοντας ἐπὶ τοὺς ξείνους . ξείνους γὰρ ἐκάλεον τοὺς βαρβάρους .
9.11.3 οἱ δὲ ὡς οὐκ εἰδότες ἐπειρώτων τὸ λεγόμενον , ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν , ὥστε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίστην διώκοντες · σὺν δέ σφι τῶν περιοίκων Λακεδαιμονίων λογάδες πεντακισχίλιοι ὁπλῖται τὠυτὸ τοῦτο ἐποίεον .
ch. 12
9.12.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.10.2 | Hdt. 9.11.3 (English) | >>Hdt. 9.13.2 |